Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.103 Dem. 20.107 (English) >>Dem. 20.110

20.106αὐτὸ γὰρ τοῦτο πρῶτον, νῦν οὗτοι ποιήσουσιν, ἐὰν ταῦτα λέγωσιν, οὐκ ἔξεστι ποιεῖν παρὰ τοῖς Λακεδαιμονίοις, τὰ τῶν Ἀθηναίων ἐπαινεῖν νόμιμα οὐδὲ τὰ τῶν δείνων, πολλοῦ γε καὶ δεῖ, ἀλλʼ τῇ παρʼ ἐκείνοις πολιτείᾳ συμφέρει, ταῦτʼ ἐπαινεῖν ἀνάγκη καὶ ποιεῖν. εἶτα καὶ Λακεδαιμόνιοι τῶν μὲν τοιούτων ἀφεστᾶσιν, ἄλλαι δέ τινες παρʼ ἐκείνοις εἰσὶ τιμαί, ἃς ἀπεύξαιτʼ ἂν ἅπας δῆμος ἐνταυθοῖ γενέσθαι. 20.107τίνες οὖν εἰσιν αὗται; τὰς μὲν καθʼ ἕκαστον ἐάσω, μίαν δʼ συλλαβοῦσα τὰς ἄλλας ἔχει, δίειμι. ἐπειδάν τις εἰς τὴν καλουμένην γερουσίαν ἐγκριθῇ παρασχὼν αὑτὸν οἷον χρή, δεσπότης ἐστὶ τῶν πολλῶν. ἐκεῖ μὲν γάρ ἐστι τῆς ἀρετῆς ἆθλον τῆς πολιτείας κυρίῳ γενέσθαι μετὰ τῶν ὁμοίων, παρὰ δʼ ἡμῖν ταύτης μὲν δῆμος κύριος, καὶ ἀραὶ καὶ νόμοι καὶ φυλακαὶ ὅπως μηδεὶς ἄλλος κύριος γενήσεται, στέφανοι δὲ καὶ ἀτέλειαι καὶ σιτήσεις καὶ τοιαῦτʼ ἐστίν, ὧν ἄν τις ἀνὴρ ἀγαθὸς ὢν τύχοι. 20.108καὶ ταῦτʼ ἀμφότερʼ ὀρθῶς ἔχει, καὶ τἀκεῖ καὶ τὰ παρʼ ἡμῖν. διὰ τί; ὅτι τὰς μὲν διὰ τῶν ὀλίγων πολιτείας τὸ πάντας ἔχειν ἴσον ἀλλήλοις τοὺς τῶν κοινῶν κυρίους ὁμονοεῖν ποιεῖ, τὴν δὲ τῶν δήμων ἐλευθερίαν τῶν ἀγαθῶν ἀνδρῶν ἅμιλλα, ἣν ἐπὶ ταῖς παρὰ τοῦ δήμου δωρειαῖς πρὸς αὑτοὺς ποιοῦνται, φυλάττει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.103 Dem. 20.107 (English) >>Dem. 20.110

Powered by PhiloLogic